[1] Un verdadero soldado-emperador, Basilio dirigió en persona la mayoría de estas campañas, algo que se refleja en su epitafio.
στίχοι ἐπιτάφιοι εἰς τὸν τάφον κυροῦ Βασιλείου τοῦ Βουλγαροκτόνου καὶ βασιλέως.
ἄλλοι μὲν ἄλλῃ τῶν πάλαι βασιλέων αὑτοῖς προαφώρισαν εἰς ταφὴν τόπους, ἐγὼ δὲ Βασίλειος, πορφύρας γόνος, ἵστημι τύμβον ἐν τόπῳ γῆς Ἑβδόμου καὶ σαββατίζω τῶν ἀμετρήτων πόνων οὓς ἐν μάχαις ἔστεργον, οὓς ἐκαρτέρουν· οὐ γάρ τις εἶδεν ἠρεμοῦν ἐμὸν δόρυ, ἀφ’ οὗ βασιλεὺς οὐρανῶν κέκληκέ με αὐτοκράτορα γῆς, μέγαν βασιλέα· ἀλλ’ ἀγρυπνῶν ἅπαντα τὸν ζωῆς χρόνον Ῥώμης τὰ τέκνα τῆς Νέας ἐρυόμην ὁτὲ στρατεύων ἀνδρικῶς πρὸς ἑσπέραν, ὁτὲ πρὸς αὐτοὺς τοὺς ὅρους τοὺς τῆς ἕω, ἱστῶν τρόπαια πανταχοῦ γῆς μυρία· καὶ μαρτυροῦσι τοῦτο Πέρσαι καὶ Σκύθαι, σὺν οἷς Ἀβασγός, Ἰσμαήλ, Ἄραψ, Ἴβηρ· καὶ νῦν ὁρῶν, ἄνθρωπε, τόνδε τὸν τάφον εὐχαῖς ἀμείβου τὰς ἐμὰς στρατηγίας.
Versos fúnebres sobre la tumba del señor (kýrios) Basilio el Matador de Búlgaros y emperador (basileo).
pero permaneciendo vigilante durante todo el lapso de mi vida protegiendo a los hijos de la Nueva Roma cuando marché valientemente hacia el Oeste (Hesperia), y hasta las mismas fronteras del Este (Eos), depositando innumerables trofeos por toda la tierra.